Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.8 Dem. 25.12 (English) >>Dem. 25.15

25.11τὴν τὰ δίκαιʼ ἀγαπῶσαν Εὐνομίαν περὶ πλείστου ποιησαμένους, πάσας καὶ πόλεις καὶ χώρας σῴζει· καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην, ἣν τὰς ἁγιωτάτας ἡμῖν τελετὰς καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν, εἰς αὑτὸν ἕκαστον νομίσαντα βλέπειν οὕτω ψηφίζεσθαι, φυλαττόμενον καὶ προορώμενον μὴ καταισχῦναι ταύτην, ἧς ἐπώνυμός ἐστιν ὑμῶν ἕκαστος ἀεὶ δικάζειν λαχών, πάντα τὰ ἐν τῇ πόλει καλὰ καὶ δίκαια καὶ συμφέροντα φυλάττων καὶ ταύτην τὴν ἡμέραν παρακαταθήκην ἔνορκον εἰληφὼς παρὰ τῶν νόμων καὶ τῆς πολιτείας καὶ τῆς πατρίδος. 25.12ὡς εἰ μὴ τοῦτον ἕξετε τὸν τρόπον, ἀλλʼ ἀπὸ τῆς συνήθους εὐηθείας εἰσεληλυθότες καθεδεῖσθε, φοβοῦμαι μὴ τὸ πρᾶγμʼ εἰς τοὐναντίον περιστῇ καὶ δοκοῦντες ἡμεῖς Ἀριστογείτονος κατηγορεῖν ὑμῶν κατηγοροῦντες φανῶμεν· ὅσῳ γὰρ ἂν μᾶλλον ἡμῶν δειξάντων τὴν τούτου πονηρίαν μηδὲν ὑμεῖς φροντίσητε, τοσούτῳ μείζων καθʼ ὑμῶν αἰσχύνη γενήσεται. καὶ περὶ μὲν τούτων ἱκανά.

25.13πάνυ δʼ, ἄνδρες Ἀθηναῖοι, μετὰ πάσης οἰκειότητος ἐρῶ τἀληθῆ πρὸς ὑμᾶς. ἐγὼ γὰρ ἐν ταῖς ἐκκλησίαις ὁρῶν ὑμᾶς κατατάττοντάς με καὶ προχειριζομένους ἐπὶ τὴν τούτου κατηγορίαν, ἠχθόμην καὶ μὰ τὸν Δία καὶ πάντας θεοὺς οὐκ ἐβουλόμην. οὐ γὰρ ἠγνόουν ὅτι ποιήσας τι τοιοῦτον παρʼ ὑμῖν καὶ παθὼν ἀπέρχεται. εἰ δὲ μὴ τηλικοῦτον ὥστʼ εὐθὺς αἰσθέσθαι, ἀλλʼ ἐὰν πολλὰ τοιαῦτα ποιῇ καὶ μὴ παύηται, ταχὺ γνώσεται. ὅμως δʼ ἀναγκαῖον ἡγούμην εἶναι πείθεσθαι τοῖς ὑμετέροις βουλήμασιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.8 Dem. 25.12 (English) >>Dem. 25.15

Powered by PhiloLogic